The letter of Clement of Alexandria to Theodore

containing exerpts from the

Secret Gospel of Mark


I got this "freeware for non-commercial use" version of the text from Wieland Willker's site.  My contribution was simply to port it to UTF-8 (web standandard for Greek) so most viewers will not have to download and install yet another Greek font just to read it.  See his discussion below if you want more textual details.  I have also added the addresses of Biblical citations which Smith assumes we all know by heart.  Please notify me of any errors -- they are probably my fault. 
     -Alan Humm
Originally edited by Morton Smith, original internet transcription by Jack Kilmon and Wieland Willker.  Numbers are, of course, lines not verses.  I have only occasionally added a friendly '-' at the ends of lines where words are split in the manuscript.  I have also marked the "γυμνος γυμνω" as if it were a quotation from the Secret Gospel (bold face).  (Pseudo-?)Clement is, to be sure, adamant that it is not present in the version he has, but Theodore's informant presumably got it from somewhere, perhaps another version(?).
[ 1] + εκ των επιστολων του αγιωτατου κλημεντος του στρωματεως· θεοδωρω·
[ 2] καλως εποιησας επιστομισας τας αρρητους διδασκαλιας των καρποκρατιανων·
[ 3] ουτοι γαρ οι προφητευθεντες αστερες πλανηται [Jude 1:13]· οι απο της στενης των εντολων ο-
[ 4] δου εις απερατον αβυσσον πλανωμενοι των σαρκικων και ενσωματων αμαρτιων·
[ 5] πεφυσιωμενοι γαρ εις γνωσιν· ως λεγουσι· των βαθεων του σατανα [Rev 2.24]· λανθανουσιν εις
[ 6] τον ζοφον του σκοτους [2 Pet 2.17] του ψευδους εαυτους απορριπτοντες· και καυχωμενοι
[ 7] ελευθερους ειναι· δουλοι γεγονασιν ανδραποδωδων επιθυμιων· τουτοις ουν αν
[ 8] τιστατεον παντη τε και παντως· ει γαρ και τι αληθες λεγοιεν· ουδ ουτω συμ-
[ 9] φωνοιη αν αυτοις ο της αληθειας εραστης· ουδε γαρ παντα ταληθη αληθεια· ουδε
[10] την κατα τας ανθρωπινας δοξας φαινομενην αληθειαν προκριτεον της αλη-
[11] θους αληθειας της κατα την πιστιν· των τοινυν θρυλουμενων περι του θεοπνευστου κα -
[12] τα μαρκον ευαγγελιου· τα μεν ψευδεται παντελως· τα δε· ει και αληθη τινα-
[13] περιεχει ουδ ουτως αληθως παραδιδοται· συγκεκραμενα γαρ ταληθη
[14] τοις πλασμασι παραχαρασσεται ωστε· τουτο δη το λεγομενον· και το α
[15] λας μωρανθηναι· ο γουν μαρκος· κατα την του πετρου εν ρωμη διατριβην·
[16] ανεγραψε τας πραξεις του κυριου· ου μεντοι πασας εξαγγελλων· ουδε μην τας
[17] μυστικας υποσημαινων· αλλ εκλεγομενος ας χρησιμωτατας ενομισε προς αυ
[18] ξησιν της των κατηχουμενων πιστεως· του δε πετρου μαρτυρησαντος· παρηλθεν
[19] εις αλεξανδρειαν ο μαρκος· κομιζων και ταταυτου και τα του πετρου υπο
[20] μνηματα· εξ ων μεταφερων εις το πρωτον αυτου βιβλιον τα τοις προκοπ
[21] τουσι περι την γνωσιν καταλληλα· συνεταξε πνευματικωτερον ευ-
[22] αγγελιον εις την των τελειουμενων χρησιν· ουδεπω ομως αυτα τα απορρη-
[23] τα εξωρχησατο· ουδε κατεγραψε την ιεροφαντικην διδασκαλιαν του
[24] κυριου· αλλα ταις προγεγραμμεναις πραξεσιν επιθεις και αλλας· ετι προσε
[25] πηγαγε λογια τινα ων ηπιστατο την εξηγησιν μυσταγωγησειν τους ακροα
[26] τας εις το αδυτον της επτακις κεκαλυμμενης αληθειας· ουτως ουν-
[27] προπαρεσκευασεν· ου φθονερως ουδ απροφυλακτως· ως εγω οιμαι· και
[28] αποθνησκων κατελιπε το αυτου συγγραμμα τη εκκλησια τη εν-
[29] αλεξανδρεια· οπου εισετι νυν ασφαλως ευ μαλα τηρειται· αναγινως
[30] κομενον προς αυτους μονους τους μυουμενους τα μεγαλα μυστηρια· των δε μι
[31] αρων δαιμονων ολεθρον τω των ανθρωπων γενει παντοτε μηχανωντων· ο καρ
[32] ποκρατης· υπ αυτων διδαχθεις· και απατηλοις τεχναις χρησαμενος·
[33] ουτω πρεσβυτερον τινα της εν αλεξανδρεια εκκλησιας κατεδουλωσεν
[34] ωστε παρ αυτου εκομισεν απογραφον του μυστικου ευαγγελιου· ο και
[35] εξηγησατο κατα την βλασφημον και σαρκικην αυτου δοξαν· ετι-
[36] δε και εμιανε· ταις αχραντοις και αγιαις λεξεσιν αναμιγνυς αναιδε
[37] στατα ψευσματα· του δε κραματος τουτου εξαντληται το των καρποκρατι
[38] ανων δογμα· τουτοις ουν· καθως και προειρηκα· ουδεποτε εικτεον· ου
[39] δε προτεινουσιν αυτοις τα κατεψευσμενα συγχωρητεον του μαρκου ει
[40] ναι το μυστικον ευαγγελιον· αλλα και μεθ ορκου αρνητεον· ου γαρ απασι παν
[41] τα αληθη λεκτεον· δια τουτο η σοφια του θεου δια σολομωντος παραγ
[42] γελλει· αποκρινου τω μωρω εκ της μωριας αυτου [Prv 26.5]· προς τους τυφλους τον
[43] νουν το φως της αληθειας δειν επικρυπτεσθαι διδασκουσα· αυτικα φη
[44] σι· του δε μη εχοντος αρθησεται [Mk 4.25]· και· ο μωρος εν σκοτει πορευεσθω [Qoh 2.14]· ημεις
[45] δε υιοι φωτος [1Th 5.5] εσμεν· πεφωτισμενοι τη εξ υψους ανατολη [Lk 1.78] του πνευματος
[46] του κυριου· ου δε το πνευμα του κυριου· φησιν· εκει ελευθερια [2Cor 3.17]· παντα γαρ κα-
[47] θαρα τοις καθαροις [Tit 1.15]· σοι τοινυν ουκ οκνησω τα ηρωτημενα αποκρι-
[48] νασθαι· δι αυτων του ευαγγελιου λεξεων τα κατεψευσμενα ελεγχων· α
[49] μελει μετα το· ησαν δε εν τη οδω αναβαινοντες εις ιεροσολυμα [Mk 10.32]· και τα
[50] εξης εως· μετα τρεις ημερας αναστησεται [Kk 10:34]· ωδε επιφερει κατα λεξιν·
[51] και ερχονται εις βηθανιαν και ην εκει μια γυνη ης ο αδελφος αυτης απε-
[52] θανεν· και ελθουσα προσεκυνησε τον ιησουν και λεγει αυτω· υιε δα
[53] βιδ ελεησον με· οι δε μαθηται επετιμησαν αυτη· και οργισθεις ο
[54] ιησους απηλθεν μετ αυτης εις τον κηπον οπου ην το μνημειον· και
[55] ευθυς ηκουσθη εκ του μνημειου φωνη μεγαλη· και προσελθων ο ιησους απ
[56] εκυλισε τον λιθον απο της θυρας του μνημειου· και εισελθων ευθυς οπου
[57] ην ο νεανισκος εξετεινεν την χειρα και ηγειρεν αυτον· κρατησας-
[58] της χειρος· ο δε νεανισκος εμβλεψας αυτω ηγαπησεν αυτον και-
[59] ηρξατο παρακαλειν αυτον ινα μετ αυτου η· και εξελθοντες εκ
[60] του μνημειου ηλθον εις την οικιαν του νεανισκου· ην γαρ πλουσιος· και μεθ
[61] ημερας εξ επεταξεν αυτω ο ιησους· και οψιας γενομενης ερχεται ο
[62] νεανισκος προς αυτον· περιβεβλημενος σινδονα επι γυμνου· και
[63] εμεινε συν αυτω την νυκτα εκεινην· εδιδασκε γαρ αυτον ο
[64] ιησους το μυστηριον της βασιλειας του θεου· εκειθεν δε αναστας-
[65] επεστρεψεν εις το περαν του ιορδανου·
επι μεν τουτοις επεται το· και
[66] προσπορευονται αυτω ιακωβος και ιωαννης [Mk 10.35]· και πασα η περι
[67] κοπη· το δε γυμνος γυμνω και ταλλα περι ων εγραψας ουκ ευ-
[68] ρισκεται· μετα δε το· και ερχεται εις ιεριχω [Mk 10.46] επαγει μονον· και η
[69] σαν εκει η αδελφη του νεανισκου ον ηγαπα αυτον ο ιησους· και
[70] η μητηρ αυτου και σαλωμη· και ουκ απεδεξατο αυτας ο ιησους·

[71] τα δε αλλα τα πολλα α εγραψας ψευσματα και φαινεται και εστιν· η
[72] μεν ουν αληθης και κατα την αληθη φιλοσοφιαν εξηγησις ...

Text ends here abruoptly

Photographs:

1st page

2nd page

3rd page

Back to the (Non-canonical) Christian Gospels page