ΕΥΑΓΓΕΛΙΟ ΠΕΤΡΟΥ

Gospel of James

I got this "freeware for non-commercial use" version of the text from Wieland Willker's site.  My contribution was simply to port it to UTF-8 (web standandard for Greek) so most viewers will not have to download and install yet another Greek font just to read it.  See his discussion below if you want more textual details.  Please notify me of any errors -- they are probably my fault. 
     -Alan Humm
Wieland Willker: This text came originally from Peter Kirby's page, but it contained many errors, so I prepared it again from the edition of U. Bouriant 1892 (editio princeps). I have added the corrections/conjectures made by A. Harnack 1889 and 1893.
Compare: Facsimile O. von Gebhardt, Leipzig 1893.

Update 2004: A new definitive edition (with photos) came out:
T.J. Kraus and T. Nicklas, "Das Petrusevangelium und die Petrusapokalypse" Walter de Gruyter, 2004, ISBN 3110176351
I have corrected the text once again against this edition.

1

1...των δε Ιουδαιων ουδεις ενιψατο τας χειρας, ουδε Ηρωδης, ουδε τις των κριτων αυτου. και μη βουληθεντων νιψασθαι ανεστη Πειλατος, 2 και τοτε κελευει Ηρωδης ο βασιλευς παραλημφθηναι τον κυριον, ειπων αυτοις οτι, Οσα εκελευσα υμιν ποιησαι αυτω, ποιησατε.

2

3 Εσηκει δε εκει Ιωσηφ ο φιλος Πειλατου και του κυριου, και ειδως οτι σταυρισκειν αυτον μελλουσιν ηλθεν προς τον Πειλατον και ητησε το σωμα του κυριου προς ταφην. 4 και ο Πειλατος πεμψας προς Ηρωδην ητησεν αυτου το σωμα. 5 και ο Ηρωδης εφη· Αδελφε Πειλατε, ει και μη τις αυτον ητηκει, ημεις αυτον εθαπτομεν, επει και σαββατον επιφωσκει. γεγραπται γαρ εν τω νομω ηλιον μη δυναι επι πεφονευμενω. και παρεδωκεν αυτον τω λαω προ μιας των αζυμων, της εορτης αυτων.

3

6 Οι δε λαβοντες τον κυριον ωθουν αυτον τρεχοντες και ελεγον· Συρομεν τον υιον του θεου εξουσιαν αυτου εσχηκοτες. 7 και πορφυραν αυτον περιεβαλον και εκαθισαν αυτον επι καθεδραν κρισεως λεγοντες· Δικαιως κρινε, βασιλευ του Ισραηλ. 8 και τις αυτων ενεγκων στεφανον ακανθινον εθηκεν επι της κεφαλης του κυριου, 9 και ετεροι εστωτες ενεπτυον αυτου ταις οψεσι, και αλλοι τας σιαγονας αυτου εραπισαν, ετεροι καλαμω ενυσσον αυτον και τινες αυτον εμαστιζον λεγοντες· Ταυτη τη τιμη τιμησωμεν τον υιον του θεου.

4

10 Και ηνεγκον δυο κακουργους και εσταυρωσαν ανα μεσον αυτων τον κυριον, αυτος δε εσιωπα ως μηδενα πονον εχων. 11 και οτε ωρθωσαν τον σταυρον επεγραψαν οτι, Ουτος εστιν ο βασιλευς του Ισραηλ. 12 και τεθεικοτες τα ενδυματα εμπροσθεν αυτου διεμερισαντο, και λαχμον εβαλον επ αυτοις. 13 εις δε τις των κακουργων εκεινων ωνειδισεν αυτους λεγων· Ημεις δια τα κακα α εποιησαμεν ουτω πεπονθαμεν, ουτος δε σωτηρ γενομενος των ανθρωπων τι ηδικησεν υμας; 14 και αγανακτησαντες επ αυτω εκελευσαν ινα μη σκελοκοπηθη, οπως βασανιζομενος αποθανοι.

5

15 Ην δε μεσημβρια, και σκοτος κατεσχε πασαν την Ιουδαιαν. και εθορυβουντο, και ηγωνιων μηποτε ο ηλιος εδυ επειδη ετι εζη· γεγραπται αυτοις ηλιον μη δυναι επι πεφονευμενω. 16 και τις αυτων ειπεν· Ποτισατε αυτον χολην μετα οξους. και κερασαντες εποτισαν. 17 και επληρωσαν παντα, και ετελειωσαν κατα της κεφαλης αυτων τα αμαρτηματα. 18 εριηρχοντο δε πολλοι μετα λυχνων νομιζοντες οτι νυξ εστιν επεσαν τε. 19 και ο κυριος ανεβοησε λεγων· Η δυναμις μου, η δυναμις, κατελειψας με· και ειπων ανεληφθη. 20 και αυτης ωρας διεραγη το καταπετασμα του ναου της Ιερουσαλημ εις δυο.

6

21 Και τοτε απεσπασαν τους ηλους απο των χειρων του κυριου και εθηκαν αυτον επι της γης. και η γη πασα εσεισθη και φοβος μεγας εγενετο. 22 τοτε ηλιος ελαμψε και ευρεθη ωρα ενατη. 23 εχαρησαν δε οι Ιουδαιοι και δεδωκασι τω Ιωσηφ το σωμα αυτου ινα αυτο θαψη, επειδη θεασαμενος ην οσα αγαθα εποιησεν. 24 λαβων δε τον κυριον ελουσε και ειλησε σινδονι και εισηγαγεν εις ιδιον ταφον καλουμενον κηπον Ιωσηφ.

7

25 Τοτε οι Ιουδαιοι και οι πρεσβυτεροι και οι ιερεις γνοντες οιον κακον εαυτοις εποιησαν ηρξαντο κοπτεσθαι και λεγειν· Ουαι ταις αμαρτιαις ημων, ηγγισεν η κρισις και το τελος Ιερουσαλημ. 26 εγω δε μετα των εταιρων μου ελυπουμην, και τετρωμενοι κατα διανοιαν εκρυβομεθα. εζητουμεθα γαρ υπ αυτων ως κακουργοι και ως τον ναον θελοντες εμπρησαι. 27 επι δε τουτοις πασιν ενηστευομεν, και εκαθεζομεθα πενθουντες και κλαιοντες νυκτος και ημερας εως του σαββατου.

8

28 Συναχθεντες δε οι γραμματεις και Φαρισαιοι και πρεσβυτεροι προς αλληλους, ακουσαντες οτι ο λαος απας γογγυζει και κοπτεται τα στηθη λεγοντες οτι, Ει τω θανατω αυτου ταυτα τα μεγιστα σημεια γεγονεν, ιδετε οτι ποσον δικαιος εστιν, 29 εφοβηθησαν οι πρεσβυτεροι και ηλθον προς Πειλατον δεομενοι αυτου και λεγοντες· 30 Παραδος ημιν στρατιωτας ινα φυλαξωμεν το μνημα αυτου επι τρεις ημερας, μηποτε ελθοντες οι μαθηται αυτου κλεψωσιν αυτον και υπολαβη ο λαος οτι εκ νεκρων ανεστη, και ποιησωσιν ημιν κακα. 31 ο δε Πειλατος παραδεδωκεν αυτοις Πετρωνιον τον κεντυριωνα μετα στρατιωτων φυλασσειν τον ταφον. και συν αυτοις ηλθον πρεσβυτεροι και γραμματεις επι το μνημα, 32 και κυλισαντες λιθον μεγαν μετα του κεντυριωνος και των στρατιωτων ομου παντες οι οντες εκει εθηκαν επι τη θυρα του μνηματος, 33 και επεχρισαν επτα σφραγιδας, και σκηνην εκει πηξαντες εφυλαξαν.

9

34 Πωιας δε επιφωσκοντος του σαββατου ηλθεν οχλος απο Ιερουσαλημ και της περιχωρου ινα ιδωσι το μνημειον εσφραγισμενον. 35 Τη δε νυκτι η επεφωσκεν η κυριακη, φυλασσοντων των στρατιωτων ανα δυο δυο κατα φρουραν, μεγαλη φωνη εγενετο εν τω ουρανω, 36 και ειδον ανοιχθεντας τους ουρανους και δυο ανδρας κατελθοντας εκειθεν πολυ φεγγος εχοντας και εγγισαντας τω ταφω. 37 ο δε λιθος εκεινος ο βεβλημενος επι τη θυρα αφ εαυτου κυλισθεις επεχωρησε παρα μερος, και ο ταφος ηνοιγη και αμφοτεροι οι νεανισκοι εισηλθον.

10

38 Ιοντες ουν οι στρατιωται εκεινοι εξυπνισαν τον κεντυριωνα και τους πρεσβυτερους, παρησαν γαρ και αυτοι φυλασσοντες, 39 και εξηγουμενων αυτων α ειδον παλιν ορωσιν εξελθοντας απο του ταφου τρεις ανδρας, και τους δυο τον ενα υπορθουντας και σταυρον ακολουθουντα αυτοις, 40 και των μεν δυο την κεφαλην χωρουσαν μεχρι του ουρανου, του δε χειραγωγουμενου υπ αυτων υπερβαινουσαν τους ουρανους. 41 και φωνης ηκουον εκ των ουρανων λεγουσης· Εκηρυξας τοις κοιμωμενοις; 42 και υπακοη ηκουετο απο του σταυρου το Ναι.

11

43 Συνεσκεπτοντο ουν αλληλοις εκεινοι απελθειν και ενφανισαι ταυτα τω Πειλατω. 44 και ετι διανοουμενων αυτων φαινονται παλιν ανοιχθεντες οι ουρανοι και ανθρωπος τις κατελθων και εισελθων εις το μνημα. 45 ταυτα ιδοντες οι περι τον κεντυριωνα νυκτος εσπευσαν προς Πειλατον, αφεντες τον ταφον ον εφυλασσον, και εξηγησαντο παντα απερ ειδον, αγωνιωντες μεγαλως και λεγοντες· Αληθως υιος ην θεου. 46 αποκριθεις ο Πειλατος εφη· Εγω καθαρευω του αιματος του υιου του θεου, υμιν δε τουτο εδοξεν. 47 ειτα προσελθοντες παντες εδεοντο αυτου και παρεκαλουν κελευσαι τω κεντυριωνι και τοις στρατιωταις μηδεν ειπειν α ειδον. 48 συμφερει γαρ, φασιν, ημιν οφλησαι μεγιστην αμαρτιαν εμπροσθεν του θεου και μη εμπεσειν εις χειρας του λαου των Ιουδαιων και λιθασθηναι. 49 εκελευσεν ουν ο Πειλατος τω κεντυριωνι και τοις στρατιωταις μηδεν ειπειν.

12

50 Ορθρου δε της κυριακης Μαριαμ η Μαγδαληνη, μαθητρια του κυριου, φοβουμενη δια τους Ιουδαιους, επειδη εφλεγοντο υπο της οργης, ουκ εποιησεν επι τω μνηματι του κυριου α ειωθεσαν ποιειν αι γυναικες επι τοις αποθνησκουσι και τοις αγαπωμενοις αυταις. 51 λαβουσα μεθ εαυτης τας φιλας ηλθεν επι το μνημειον οπου ην τεθεις. 52 και εφοβουντο μη ιδωσιν αυτας οι Ιουδαιοι και ελεγον· Ει και μη εν εκεινη τη ημερα η εσταυρωθη εδυνηθημεν κλαυσαι και κοψασθαι, και νυν επι του μνηματος αυτου ποιησωμεν ταυτα. 53 τις δε αποκυλισει ημιν και τον λιθον τον τεθεντα επι της θυρας του μνημειου, ινα εισελθουσαι παρακαθεσθωμεν αυτω και ποιησωμεν τα οφειλομενα; 54 μεγας γαρ ην ο λιθος, και φοβουμεθα μη τις ημας ιδη. και ει μη δυναμεθα, καν επι της θυρας βαλωμεν α φερομεν εις μνημοσυνην αυτου, κλαυσομεν και κοψομεθα εως ελθωμεν εις τον οικον ημων.

13

55 Και απελθουσαι ευρον τον ταφον ηνεωγμενον και προσελθουσαι παρεκυψαν εκει, και ορωσιν εκει τινα νεανισκον καθεζομενον μεσω του ταφου ωραιον και περιβεβλημενον στολην λαμπροτατην, οστις εφη αυταις· 56 Τι ηλθατε; τινα ζητειτε; μη τον σταυρωθεντα εκεινον; ανεστη και απηλθεν, ει δε μη πιστευετε, παρακυψατε και ιδετε τον τοπον ενθα εκειτο, οτι ουκ εστιν, ανεστη γαρ και απηλθεν εκει οθεν απεσταλη. 57 τοτε αι γυναικες φοβηθεισαι εφυγον.

14

58 Η δε τελευταια ημερα των αζυμων, και πολλοι τινες εξηρχοντο υποστρεφοντες εις τους οικους αυτων της εορτης παυσαμενης. 59 ημεις δε οι δωδεκα μαθηται του κυριου εκλαιομεν και ελυπουμεθα, και εκαστος λυπουμενος δια το συμβαν απηλλαγη εις τον οικον αυτου. 60 εγω δε Σιμων Πετρος και Ανδρεας ο αδελφος μου λαβοντες ημων τα λινα απηλθαμεν εις την θαλασσαν, και ην συν ημιν Λευεις του Αλφαιου, ον κυριος....

Ευαγγελιον κατα Πετρον.

Back to the (Non-canonical) Christian Gospels page